Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 4.38 Dem. 4.41 (English) >>Dem. 4.44

4.40ὑμεῖς δʼ, ἄνδρες Ἀθηναῖοι, πλείστην δύναμιν ἁπάντων ἔχοντες, τριήρεις, ὁπλίτας, ἱππέας, χρημάτων πρόσοδον, τούτων μὲν μέχρι τῆς τήμερον ἡμέρας οὐδενὶ πώποτʼ εἰς δέον τι κέχρησθε, οὐδὲν δʼ ἀπολείπετε, ὥσπερ οἱ βάρβαροι πυκτεύουσιν, οὕτω πολεμεῖν Φιλίππῳ. καὶ γὰρ ἐκείνων πληγεὶς ἀεὶ τῆς πληγῆς ἔχεται, κἂν ἑτέρωσε πατάξῃ τις, ἐκεῖσʼ εἰσὶν αἱ χεῖρες· προβάλλεσθαι δʼ βλέπειν ἐναντίον οὔτʼ οἶδεν οὔτʼ ἐθέλει. 4.41καὶ ὑμεῖς, ἂν ἐν Χερρονήσῳ πύθησθε Φίλιππον, ἐκεῖσε βοηθεῖν ψηφίζεσθε, ἂν ἐν Πύλαις, ἐκεῖσε, ἂν ἄλλοθί που, συμπαραθεῖτʼ ἄνω κάτω, καὶ στρατηγεῖσθʼ ὑπʼ ἐκείνου, βεβούλευσθε δʼ οὐδὲν αὐτοὶ συμφέρον περὶ τοῦ πολέμου, οὐδὲ πρὸ τῶν πραγμάτων προορᾶτʼ οὐδέν, πρὶν ἂν γεγενημένον γιγνόμενόν τι πύθησθε. ταῦτα δʼ ἴσως πρότερον μὲν ἐνῆν· νῦν δʼ ἐπʼ αὐτὴν ἥκει τὴν ἀκμήν, ὥστʼ οὐκέτʼ ἐγχωρεῖ. 4.42δοκεῖ δέ μοι θεῶν τις, ἄνδρες Ἀθηναῖοι, τοῖς γιγνομένοις ὑπὲρ τῆς πόλεως αἰσχυνόμενος τὴν φιλοπραγμοσύνην ταύτην ἐμβαλεῖν Φιλίππῳ. εἰ γὰρ ἔχων κατέστραπται καὶ προείληφεν ἡσυχίαν ἔχειν ἤθελε καὶ μηδὲν ἔπραττεν ἔτι, ἀποχρῆν ἐνίοις ὑμῶν ἄν μοι δοκεῖ, ἐξ ὧν αἰσχύνην καὶ ἀνανδρίαν καὶ πάντα τὰ αἴσχιστʼ ὠφληκότες ἂν ἦμεν δημοσίᾳ· νῦν δʼ ἐπιχειρῶν ἀεί τινι καὶ τοῦ πλείονος ὀρεγόμενος ἴσως ἂν ἐκκαλέσαιθʼ ὑμᾶς, εἴπερ μὴ παντάπασιν ἀπεγνώκατε.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 4.38 Dem. 4.41 (English) >>Dem. 4.44

Powered by PhiloLogic